TLG 1400 003 :: HELIODORUS :: Fragmenta

HELIODORUS Perieg.
(Atheniensis: 2 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 425–426.

Frr. 1–7

Citation: Fragment — (line)

t1-6

ΠΕΡΙ ΤΗΣ ΑΘΗΝΗΣΙ ΑΚΡΟΠΟΛΕΩΣ.

t1-3

E LIBRO PRIMO.

1

Harpocratio v. Προπύλαια ταῦτα. —Περὶ δὲ τῶν Προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι, Μνησικλέους ἀρχιτεκτοῦντος, ἄλλοι τε ἱστορήκασι καὶ Φιλόχορος
5ἐν τῇ δʹ. Ἡλιόδωρος δ’ ἐν αʹ Περὶ τῆς Ἀθήνη‐ σιν ἀκροπόλεως μεθ’ ἕτερα καὶ ταῦτά φησιν· «Ἐν ἔτεσι μὲν εʹ παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη δισχίλια ιβʹ· εʹ δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρό‐ πολιν εἰσίασιν.»

2

Idem: Νίκη Ἀθην. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον μὲν ἐν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ’ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος
5ἐν τῷ αʹ Περὶ ἀκρο‐ πόλεως.

3

Athenaeus IX: Ἡλιόδωρος δ’ ὁ περιη‐ γητὴς ἐν πρώτῳ Περὶ ἀκροπόλεως· «Τῆς τῶν πυρῶν (φησιν) ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν.»

t4-6

E LIBRIS INCERTIS.

4

Harpocratio: Θέτταλος· Λυσίας Κατὰ Νικίδου. Εἷς τῶν Κίμωνος παίδων Θέτταλος ἐκαλεῖτο, ὥς φη‐ σιν Ἡλιόδωρος ἐν τῷ Περὶ ἀκροπόλεως.

5

Athenaeus VI: Ἀριστοφάνης δ’ ὁ κω‐ μῳδιοποιὸς (ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς Περὶ ἀκροπόλεως, πεντεκαίδεκα δ’ ἐστὶ ταῦτα βι‐ βλία, Ναυκρατίτην εἶναι γένος) κτλ.

6

Idem II: Ἡλιόδωρος δέ φησι τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείᾳ κερά‐ σαι οἴνῳ· καθάπερ καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεό‐
5πομπος, ὅτε ἑλεῖν τὸν Σειληνὸν ὑπὸ μέθης ἠθέλησεν.425

t7

ΠΕΡΙ ΤΩΝ ΑΘΗΝΗΣΙ ΤΡΙΠΟΔΩΝ.

7

Harpocratio: Ὀνήτωρ. Ἰσοκράτης ἐν τῷ Περὶ τῆς ἀντιδόσεως. Πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένους Περὶ τῆς ἐξούλης λόγοι. Ὅτι δὲ τῶν χορη‐
γησάντων ἦν, Ἡλιόδωρος Περὶ τῶν Ἀθήνησι τριπόδων.426